Слике страница
PDF
ePub

ΙΛΙΑΔΟΣ Γ.

Ορκοι.

Τειχοσκοπία. ̓Αλεξάνδρου καὶ Meve. λάου μονομαχία.

Αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμ ̓ ἡγεμόνεσσιν ἕκαστοι,
Τρῶες μὲν κλαγγῇ τ ̓ ἐνοπῇ τ ̓ ἴσαν, ὄρνιθες ὥς·
ἠΰτε περ κλαγγή γεράνων πέλει οὐρανόθι πρό,
αἵτ ̓ ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον,
κλαγγῇ ταίγε πέτονται ἐπ ̓ Ωκεανοῖο ροάων,
ἀνδράσι Πυγμαίοισι φόνον καὶ Κῆρα φέρουσαι·
ἠέριαι δ' ἄρα ταίγε κακὴν ἔριδα προφέρονται·
οἱ δ ̓ ἄρ ̓ ἴσαν σιγῇ μένεα πνείοντες Αχαιοί,
ἐν θυμῷ μεμαώτες αλεξέμεν ἀλλήλοισιν.

Εὖτ ̓ ὄρεος κορυφῇσι Νότος κατέχευεν ὀμίχλην, ποιμέσιν οὔτι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω, τόσσον τίς τ ̓ ἐπιλεύσσει, ὅσον τ ̓ ἐπὶ λᾶαν ἵησιν· ὡς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὤρνυτ ̓ ἀελλὴς ἐρχομένων· μάλα δ ̓ ὦκα διέπρησσον πεδίοιο.

Οἱ δ ̓ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ ̓ ἀλλήλοισιν ἰόντες, Τρωσὶν μὲν προμάχιζεν ̓Αλέξανδρος θεοειδής, παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα καὶ ξίφος· αὐτὰρ ὁ δοῦρε δύω κεκορυθμένα χαλκῷ πάλλων, ̓Αργείων προκαλίζετο πάντας ἀρίση ους, ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι.

[merged small][ocr errors][merged small][merged small]

30

Τὸν δ ̓ ὡς οὖν ἐνόησεν 'Αρηίφιλος Μενέλαος, ἐρχόμενον προπάροιθεν ὁμίλου, μακρὰ βιβῶντα, ὥςτε λέων ἐχάρη, μεγάλῳ ἐπὶ σώματι κύρσας, εὑρὼν ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα,

[ocr errors]

25 πεινάων· μάλα γάρ τε κατεσθίει, εἴπερ ἂν αὐτὸν σεύωνται ταχέες τε κύνες, θαλεροί τ' αἰζηοί· ὡς ἐχάρη Μενέλαος, Αλέξανδρον θεοειδέα ὀφθαλμοῖσιν ἰδών· φάτο γὰρ τίσεσθαι ἀλείτην· αὐτίκα δ ̓ ἐξ ὀχέων σὺν τεύχεσιν άλτο χαμάζε. Τὸν δ ̓ ὡς οὖν ἐνόησεν ̓Αλέξανδρος θεοειδής, ἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ἦτορ· ἂψ δ ̓ ἑτάρων εἰς ἔθνος ἐχάζετο Κῆρ ̓ ἀλεείνων. ὡς δ ̓ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη οὔρεος ἐν βήσσῃς, ὑπό τε τρόμος ἔλλαβε γυῖα, 85 ἄψ τ ̓ ἀνεχώρησεν, ὦχρός τέ μιν εἷλε παρειάς· ὣς αὖτις καθ ̓ ὅμιλον ἔδυ Τρώων ἀγερώχων, δείσας 'Ατρέος υἱὸν ̓Αλέξανδρος θεοειδής.

40

τὸν δ ̓ Εκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσιν·

Δύςπαρι, εἶδος ἄριστε, γυναιμανές, ἠπεροπευτά! αἴθ ̓ ὄφελες ἄγονός τ ̓ ἔμεναι, ἄγαμός τ' ἀπολέσθαι. καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον δεν

ἢ οὕτω λώβην τ' ἔμεναι καὶ ὑπόψιον ἄλλων. ή που καγχαλόωσι καρηκομόωντες Αχαιοί, φάντες ἀριστῆα πρόμον ἔμμεναι, οἵνεκα καλὸν 45 εἶδος ἔπι· ἀλλ ̓ οὐκ ἔστι βίη φρεσίν, οὐδέ τις ἀλκή. ἢ τοιόςδε ἐών, ἐν ποντοπόροισι νέεσσιν

πόντον ἐπιπλώσας, ἑτάρους ἐρίηρας ἀγείρας, μιχθεὶς ἀλλοδαποῖσι, γυναῖκ ̓ εὐειδέ ̓ ἀνῆγες ἐξ ἀπίης γαίης, νυὸν ἀνδρῶν αἰχμητάων 50 πατρί τε σῷ μέγα πῆμα, πόληΐ τε παντί τε δήμῳ, δυςμενέσιν μὲν χάρμα, κατηφείην δὲ σοὶ αὐτῷ ; οὐκ ἂν δὴ μείνειας 'Αρηίφιλον Μενέλαον ;

γνοίης χ', οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν. οὐκ ἄν τοι χραίσμῃ κίθαρις, τά τε δῶρ ̓ Αφροδίτης 55 ἥ τε κόμη, τό, τε εἶδος, ὅτ ̓ ἐν κονίησι μιγείης.

ἀλλὰ μάλα Τρῶες δειδήμονες· ἦ τέ κεν ἤδη λάϊνον ὅσσο χιτῶνα, κακῶν ἕνεχ ̓, ὅσσα ἔοργας.

Τὸν δ ̓ αὖτε προςέειπεν ̓Αλέξανδρος θεοειδής·

Εκτορ· ἐπεί με κατ' αἶσαν ἐνείκεσας, οὐδ ̓ ὑπὲρ αἶσαν·
αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρής,

ὅςτ ̓ εἰσιν διὰ δουρὸς ὑπ ̓ ἀνέρος, ὅς ῥά τε τέχνῃ
νήϊον ἐκτάμνῃσιν, ὀφέλλει δ ̓ ἀνδρὸς ἐρωήν·
ὡς τοι ἐνὶ στήθεσσιν ἀτάρβητος νόος ἐστίν.
μή μοι δῶρ ̓ ἐρατὰ πρόφερε χρυσέης Αφροδίτης !
οὔτοι ἀπόβλητ ̓ ἐστὶ θεῶν ἐρικυδέα δώρα,
ὅσσα κεν αὐτοὶ δῶσιν, ἑκὼν δ ̓ οὐκ ἄν τις ἕλοιτο.
νῦν αὐτ ̓ εἴ μ' ἐθέλεις πολεμίζειν ἠδὲ μάχεσθαι,
ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Αχαιούς,
αὐτὰρ ἔμ' ἐν μέσσῳ καὶ ̓Αρηίφιλον Μενέλαον

συμβάλετ ̓ ἀμφ ̓ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι.
ὁππότερος δέ κε νικήσῃ, κρείσσων τε γένηται,
κτήμα ̓ ἑλὼν εὖ πάντα, γυναῖκά τε, οἴκαδ ̓ ἀγέσθω
οἱ δ ̓ ἄλλοι, φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες,

ναίοιτε Τροίην ἐριβώλακα· τοὶ δὲ νεέσθων

"Αργος ἐς ἱππόβοτον καὶ ̓Αχαιίδα καλλιγύναικα.

Ὣς ἔφατ' · Εκτωρ δ ̓ αὖτ ̓ ἐχάρη μέγα, μῦθον ἀκούσας, καί ῥ ̓ ἐς μέσσον ἰών, Τρώων ἀνέεργε φάλαγγας, μέσσου δουρὸς ἑλών· τοὶ δ ̓ ἱδρύνθησαν ἅπαντες. τῷ δ ̓ ἐπετοξάζοντο καρηκομόωντες Αχαιοί, ἰοϊσίν τε τιτυσκόμενοι λάεσσί τ ̓ ἔβαλλον. αὐτὰρ ὁ μακρὸν ἄϋσεν ἄναξ ἀνδρῶν ̓Αγαμέμνων· Ἴσχεσθ', Αργείοι, μὴ βάλλετε, κούροι Αχαιῶν! στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαίολος Εκτωρ.

Ὣς ἔφαν ̓· οἱ δ ̓ ἔσχοντο μάχης, ἄνεᾧ τ ̓ ἐγένοντο ἐσσυμένως· Εκτωρ δὲ μετ ̓ ἀμφοτέροισιν ἔειπεν·

Κέκλυτέ μευ, Τρῶες καὶ ἐϋκνήμιδες Αχαιοί, μῦθον ̓Αλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρεν. ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας ̓Αχαιοὺς τεύχεα κάλ' ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ, αὐτὸν δ ̓ ἐν μέσσῳ καὶ ̓Αρηϊφιλον Μενέλαον

50

65

70

75

80

85

90

95

οἴους ἀμφ' Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι· ὁππότερος δέ κε νικήσῃ, κρείσσων τε γένηται, κτήμα ̓ ἑλὼν εὖ πάντα, γυναῖκά τε, οἴκαδ ̓ ἀγέσθω· οἱ δ ̓ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ τάμωμεν.

Ὣς ἔφαν ̓· οἱ δ ̓ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Μενέλαος·

Κέκλυτε νῦν καὶ ἐμεῖο· μάλιστα γὰρ ἄλγος ἱκάνει θυμὸν ἐμόν· φρονέω δὲ διακρινθήμεναι ἤδη ̓Αργείους καὶ Τρώας, ἐπεὶ κακὰ πολλὰ πέποσθε 100 εἵνεκ ̓ ἐμῆς ἔριδος καὶ ̓Αλεξάνδρου ἕνεκ ̓ ἀρχῆς. ἡμέων δ ̓ ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται, τεθναίη· ἄλλοι δὲ διακρινθεῖτε τάχιστα

οἴσετε δ ̓ ἄρν ̓, ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν, Γῇ τε καὶ Ἠελίῳ· Διὶ δ ̓ ἡμεῖς οἴσομεν ἄλλον. 105 ἄξετε δὲ Πριάμοιο βίην, ὄφρ ̓ ὅρκια τάμνῃ

αὐτός, ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι·
μήτις ὑπερβασίῃ Διὸς ὅρκια δηλήσηται.

αἰεὶ δ ̓ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται· οἷς δ ̓ ὁ γέρων μετέῃσιν, ἅμα πρόσσω καὶ ὀπίσσω 110 λεύσσει, ὅπως ὄχ ̓ ἄριστα μετ ̓ ἀμφοτέροισι γένηται. Ὣς ἔφαν ̓· οἱ δ ̓ ἐχάρησαν ̓Αχαιοί τε Τρώές τε, ἐλπόμενοι παύσεσθαι ὀϊζυροῦ πολέμοιο.

καί ῥ ̓ ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας, ἐκ δ ̓ ἔβαν αὐτοί, τεύχεά τ ̓ ἐξεδύοντο, τὰ μὲν κατέπεντ ̓ ἐπὶ γαίῃ 115 πλησίον ἀλλήλων, ὀλίγη δ ̓ ἦν ἀμφὶς ἄρουρα.

Εκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπεν, καρπαλίμως ἄρνας τε φέρειν, Πρίαμόν τε καλέσσαι. αὐτὰρ ὁ Ταλθύβιον προΐει κρείων Αγαμέμνων, νῆας ἔπι γλαφυρὰς ἰέναι, ἠδ ̓ ἄρν ̓ ἐκέλευεν 120 οἰσέμεναι· ὁ δ ̓ ἄρ ̓ οὐκ ἀπίθησε ̓Αγαμέμνονι δίῳ. Ιρις δ ̓ αὖθ ̓ Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν, εἰδομένη γαλόῳ, ̓Αντηνορίδαο δάμαρτι, τὴν ̓Αντηνορίδης εἶχε κρείων Ελικάων, Λαοδίκην, Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην. 25 τὴν δ ̓ εἆρ ̓ ἐν μεγάρῳ· ἡ δὲ μέγαν ἱστὸν ὕφαινεν,

δίπλακα πορφυρέην· πολέας δ ̓ ἐνέπασσεν ἀέθλους Τρώων θ ̓ ἱπποδάμων καὶ ̓Αχαιῶν χαλκοχιτώνων, οὓς ἔπεν εἵνεκ ̓ ἔπασχον ὑπ ̓ Αρηος παλαμάων. ἀγχοῦ δ ̓ ἱσταμένη προςέφη πόδας ὠκέα Ιρις·

Δεῦρ ̓ ἴπι, νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι
Τρώων S ̓ ἱπποδάμων καὶ ̓Αχαιῶν χαλκοχιτώνων·
οἳ πρὶν ἐπ ̓ ἀλλήλοισι φέρον πολύδακρυν "Αρηα
ἐν πεδίῳ, ὀλοοῖο λιλαιόμενοι πολέμοιο,

οἱ δὴ νῦν ἕαται σιγῇ — πόλεμος δὲ πέπαυται
ἀσπίσι κεκλιμένοι, παρὰ δ ̓ ἔγχεα μακρὰ πέπηγεν.
αὐτὰρ ̓Αλέξανδρος καὶ ̓Αρηίφιλος Μενέλαος
μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο·
τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις.

Ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμέρον ἔμβαλε θυμῷ ἀνδρός τε προτέροιο καὶ ἄστεος ἠδὲ τοκήων. αὐτίκα δ ̓ ἀργεννῇσι καλυψαμένη ὀθόνησιν, ὡρματ ̓ ἐκ θαλάμοιο, τέρεν κατὰ δάκρυ χέουσα. οὐκ οἴη, ἅμα τῇγε καὶ ἀμφίπολοι δύ ̓ ἕποντο, Αἴθρη, Πιτπῆος θυγάτηρ, Κλυμένη τε βοῶπις. αἶψα δ ̓ ἔπειθ ̓ ἵκανον, ὅθι Σκαιαὶ πύλαι ἦσαν.

Οἱ δ ̓ ἀμφὶ Πρίαμον καὶ Πάνθοον ἠδὲ Θυμοίτηι, Λάμπον τε Κλυτίον → Ικετάονά τ', ὄζον "Αρηος, Οὐκαλέγων τε καὶ ̓Αντήνωρ, πεπνυμένω ἄμφω, εἴατο δημογέροντες ἐπὶ Σκαιῇσι πύλῃσιν· γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλ ̓ ἀγορηταὶ ἐσθλοί, τεττίγεσσιν ἐοικότες, οἵτε καθ ̓ ὕλην δενδρέῳ ἐφεζόμενοι ὅπα λειριόεσσαν ἱεῖσιν· τοῖοι ἄρα Τρώων ἡγήτορες ἦντ ̓ ἐπὶ πύργῳ.

οἱ δ ̓ ὡς οὖν εἴδονθ ̓ Ἑλένην ἐπὶ πύργον ἰοῦσαν, ἧκα πρὸς ἀλλήλους ἔπεα πτερόεντ ̓ ἀγόρευον·

Οὐ νέμεσις, Τρώας καὶ ἐϋκνήμιδας Αχαιούς τοιῇδ ̓ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν· αἰνῶς ἀθανάτῃσι θεῆς εἰς ὦπα ἔοικεν.

ἀλλὰ καὶ ὥς, τοίη περ ἐοῦσ ̓, ἐν νηυσὶ νεέσθω, μηδ ̓ ἡμῖν τεκέεσσί τ ̓ ὀπίσσω πῆμα λίποιτο.

130

135

140

145

150

155

160

« ПретходнаНастави »