Слике страница
PDF
ePub

CARMEN GRÆCUM

COMITIIS MAXIMIS RECITATUM.

A.D. M.DCCC.LIII.

ΟΙΝΩΝΗ.

ΠΑΓΚΡΑΤΕΣ βρέφος, φίλε παῖ Κυθήρης,

ὃν γέλως ἔτερψε, παρηΐσίν τε μαλθακαῖς νεάνιδος *ἐννυχεύειν,

στήθεσι δ' ἀνδρῶν

ἐμβαλεῖν βέλη δακέθυμ ̓ ἀφαυρῶν,

χρυσοχαῖτ ̓ Ἔρως, πόκα μοι πεπαύσει, σχέτλι, ὀργᾶς δυσμένεις; τί σ ̓ εἴπω; ποιά μ' εἴργας ;

ποῖο ἀεικίζεις, Θεός; οἷς ἔδωκας

ἄλγε ̓ ἀντλεῖν· ἀλλὰ φάος πίφαυσκε

δὸς τέλος παῦλάν τε πόνων, ταλαίνᾳ θ'

ἵλαθι, δαῖμον.

* Soph. Ant. 783.

5

10

φεῦ βροτῶν εὐκταῖα μάταν ῥέοντα τᾶς ἐμᾶς οὐ θεοί γ' ἀΐουσιν αὐδᾶς

κωφός ἐσθ ̓ ὁ Ζεὺς, ἀμελεῖ δ ̓ ὁ Λάτους Φοῖβος, ἐγὼ δὲ

τάκομαι τλάμων· τὸ δ ̓ ἄωτον ἥβας, ὡς ῥόδον, μαραίνεται· οὐδέ μοι νὺξ πημονᾶν λάθαν φέρει, οὐδὲ λαμπτήρ Ἠελίοιο.

αδύ τοι γραίας πτελέας ἐν ὡραῖς εἴαρος νεαῖς ψιθύρισμα, λώτω δ' ὑγρὸν εὐόδμω γάνος, ἁδέως δ' ἐν εἰαμεναίσι

κλάγξεν ὀρνίθων χαρίεσσα φωνά

πολλὰ δ ̓ ἐν βάσσαις, πάϊς οὖσ', ἀλώμην

ἔνθα ματρῴαι κελαδοῦσιν ἁγναὶ

πίδακες Ἴδας.

15

20

25

νῦν δέ μοι τῶνδ ̓ ἐκ πραπίδων βέβακεν,

ὡς ὄναρ, πρόπασα χάρις φθίνουσαν δ'

30

οὔτις οἰκτείρει θάνατον δ' ἀρώμαι σύμμαχον ἐλθῆν.

πᾶ πόκ εἰμ'; ὤμοι τί λέγω, τί σιγῶ; ὦ Πάρις, δόλων πάτερ, ὦ μέλημα καρδίας ἐμᾶς Πάρις, οἷος ὤν μ' ἐξήπαφες ἐλθών.

35

ἦλθες ἁβρῶς μειδιόων, πρόσωπον ἡδὺ μαρμαίρων, θεὸς ὥς, κόμαι δέ, βοτρύων δίκαν, υακίνθιναι φαι

δροῖσιν ἐπ ̓ ὤμοις

ἀμφιμαρύονθ' * ἑλίκεσσι πλεκταῖς·

ὄμμα δ ̓ ἔστραψεν βλεφάρων ὑπ ̓ αἴγλῃ, ἧκα δ ̓ εὐλύρω γλυκίων κέρατος

66

ἔρρεεν αὐδά.

" φιλτάτα”—τὸ δ ̓ ὦν τότε γ' οὐκ ἐμίσεις —
φιλτάτα Νυμφάν, χαρίτων ὅμαιμε,
τίς σε θεῶν Ὀρείασι συγχορεύειν

ὧδ' ἐδίδαξε;

τίς σε μάτηρ ἀθανάτων ἔτικτεν ; ἦ ῥά τις μιχθεῖσα Διΐ Κρατίστῳ, ή σε Κώρῳ + κρυπτάδιον λόχευσε δια Σελάνα ;

μή μ' ἀποστραφῆς τὸν ἐρῶντα, Νυμφά, ἀλλὰ προσδέχου φιλότατος ὅρκον

ὃν φέρω νῦν μήποτε χωρὶς ἀλλή

λων ἀπίοιμεν

* Cf. Theocr. Id. I. 29:

τῷ περὶ μὲν χείλη μαρύεται ὕψοθι κίσσος.

+ Endymion.

40

45

50

55

τοῖα μὴν ἔειπας, ἐγὼ δ' αΐδρις
αἱμύλων μύθων ἐδόκουν σ ̓ ἔρασθαι,
κἠχάρην τάλαινα γάμοις, τὰ μέλλοντ'
οὐ νοέοισα.

νῦν δέ μ' ἔχθισται στυγέουσιν αἱ θεοὶ,
κἀξανηρπάκασι πόσιν τὸν ἀμόν

ὦ θεά, σοὶ δ ̓ ἀμφέρομεν τὰ πάνθ', χρύσεον ἧκας

μᾶλον ἐν μέσοισιν, ἔριν θεάων, εὖτέ μοι δολοπλόκος Αφροδίτα τῶ νεανίεω νόον ἐξέκλεψε

ποικιλόμητις.

60

65

παγκακῶς ὅλοι, Ἑλένα Λάκαινα

πρόσθε μὲν τούς γ ̓ ἄνδρας ἔφην ἀπίστους

70

ἔμμεν, οὐχ ἡμᾶς τὸ δὲ καὶ γυναιξὶν

αἶσχος ἔκρανας.

κλύθί μευ, φίλα τροφέ, μάτερ Ἴδα
τας θανουμένας ὄπα, κλύθι μάτερ
ἔς σ ̓ ὁρῶ δαίμων βαρέως μ' ἐλαύνει
κούκετι σωκώ

βαστάσαι τοῦτ ̓ ἄχθος ἐρῆμος, εὖνις
ἐλθὲ τυῖδ ̓, ὦ μάτερ, ἐμοὶ βοηθός
αἰ δὲ μὴ θέλεις, θάνατόν γε δὸς λυ
τῆρα μεριμνᾶν.

75

80

« ПретходнаНастави »